top of page

ἐπιστολῆς ἧς ἀπέστειλεν Ιερεμιας - 01

ἀντίγραφον ἐπιστολῆς ἧς ἀπέστειλεν Ιερεμιας πρὸς τοὺς ἀχθησομένους αἰχμαλώτους εἰς Βαβυλῶνα ὑπὸ τοῦ βασιλέως τῶν Βαβυλωνίων ἀναγγεῖλαι αὐτοῖς καθότι ἐπετάγη αὐτῷ ὑπὸ τοῦ Θεοῦ 1 διὰ τὰς ἁμαρτίας ἃς ἡμαρτήκατε ἐναντίον τοῦ Θεοῦ ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσορ βασιλέως τῶν Βαβυλωνίων 2 εἰσελθόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ᾽ εἰρήνης 3 νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπ᾽ ὤμοις αἰρομένους δεικνύντας φόβον τοῖς ἔθνεσιν 4 εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε καὶ φόβος ὑμᾶς λάβῃ ἐπ᾽ αὐτοῖς 5 ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά εἴπατε δὲ τῇ διανοίᾳ σοὶ δεῖ προσκυνεῖν δέσποτα 6 ὁ γὰρ ἄγγελός μου μεθ᾽ ὑμῶν ἐστιν αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν 7 γλῶσσα γὰρ αὐτῶν ἐστιν κατεξυσμένη ὑπὸ τέκτονος αὐτά τε περίχρυσα καὶ περιάργυρα ψευδῆ δ᾽ ἐστὶν καὶ οὐ δύνανται λαλεῖν 8 καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον κατασκευάζουσιν στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν 9 ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλώσουσιν δώσουσιν δὲ ἀπ᾽ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ τέγους πόρναις 10 κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασιν θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους οὗτοι δὲ οὐ διασῴζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων 11 περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν ὅς ἐστιν πλείων ἐπ᾽ αὐτοῖς 12 καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ 13 ἔχει δὲ ἐγχειρίδιον ἐν δεξιᾷ καὶ πέλεκυν ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται 14 ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί μὴ οὖν φοβηθῆτε αὐτούς 15 ὥσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γίνεται τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις 16 οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶν κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων 17 καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεφραγμέναι εἰσὶν αἱ αὐλαὶ ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασίν τε καὶ κλείθροις καὶ μοχλοῖς ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι 18 λύχνους καίουσιν καὶ πλείους ἢ ἑαυτοῖς ὧν οὐδένα δύνανται ἰδεῖν 19 ἔστιν μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας τὰς δὲ καρδίας αὐτῶν φασιν ἐκλείχεσθαι τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται 20 μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας 21 ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν ἐφίπτανται νυκτερίδες χελιδόνες καὶ τὰ ὄρνεα ὡσαύτως δὲ καὶ οἱ αἴλουροι 22 ὅθεν γνώσεσθε ὅτι οὔκ εἰσιν θεοί μὴ οὖν φοβεῖσθε αὐτά 23 τὸ γὰρ χρυσίον ὃ περίκεινται εἰς κάλλος ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν οὐ μὴ στίλψωσιν οὐδὲ γάρ ὅτε ἐχωνεύοντο ᾐσθάνοντο 24 ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν ἐν οἷς οὐκ ἔστιν πνεῦμα 25 ἄνευ ποδῶν ἐπ᾽ ὤμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ διὰ τό μήποτε ἐπὶ τὴν γῆν πέσῃ δι᾽ αὐτῶν ἀνίστασθαι 26 μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ δι᾽ ἑαυτοῦ κινηθήσεται μήτε ἐὰν κλιθῇ οὐ μὴ ὀρθωθῇ ἀλλ᾽ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται 27 τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται ὡσαύτως δὲ καὶ αἱ γυναῖκες αὐτῶν ἀπ᾽ αὐτῶν ταριχεύουσαι οὔτε πτωχῷ οὔτε ἀδυνάτῳ μεταδιδόασιν τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼ ἅπτονται 28 γνόντες οὖν ἀπὸ τούτων ὅτι οὔκ εἰσιν θεοί μὴ φοβηθῆτε αὐτούς 29 πόθεν γὰρ κληθείησαν θεοί ὅτι γυναῖκες παρατιθέασιν θεοῖς ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις 30 καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν ἔχοντες τοὺς χιτῶνας διερρωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν 31 ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ 32 ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς ἐνδύουσιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία 33 οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὔτε ἐὰν ἀγαθόν δυνήσονται ἀνταποδοῦναι οὔτε καταστῆσαι βασιλέα δύνανται οὔτε ἀφελέσθαι 34 ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι ἐάν τις αὐτοῖς εὐχὴν εὐξάμενος μὴ ἀποδῷ οὐ μὴ ἐπιζητήσωσιν 35 ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ῥύσωνται οὔτε ἥττονα ἀπὸ ἰσχυροῦ οὐ μὴ ἐξέλωνται 36 ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται 37 χήραν οὐ μὴ ἐλεήσωσιν οὔτε ὀρφανὸν εὖ ποιήσουσιν 38 τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμένοι εἰσὶν τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα οἱ δὲ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται 39 πῶς οὖν νομιστέον ἢ κλητέον αὐτοὺς ὑπάρχειν θεούς 40 ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά οἵ ὅταν ἴδωσιν ἐνεὸν οὐ δυνάμενον λαλῆσαι προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσιν φωνῆσαι ὡς δυνατοῦ ὄντος αὐτοῦ αἰσθέσθαι 41 καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτά αἴσθησιν γὰρ οὐκ ἔχουσιν 42 αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία ἐν ταῖς ὁδοῖς ἐγκάθηνται θυμιῶσαι τὰ πίτυρα 43 ὅταν δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ τὴν πλησίον ὀνειδίζει ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὔτε τὸ σχοινίον αὐτῆς διερράγη 44 πάντα τὰ γινόμενα αὐτοῖς ἐστιν ψευδῆ πῶς οὖν νομιστέον ἢ κλητέον ὥστε θεοὺς αὐτοὺς ὑπάρχειν 45 ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν οὐθὲν ἄλλο μὴ γένωνται ἢ ὃ βούλονται οἱ τεχνῖται αὐτὰ γενέσθαι 46 αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι πῶς τε δὴ μέλλει τὰ ὑπ᾽ αὐτῶν κατασκευασθέντα εἶναι θεοί 47 κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις 48 ὅταν γὰρ ἐπέλθῃ ἐπ᾽ αὐτὰ πόλεμος καὶ κακά βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συναποκρυβῶσι μετ᾽ αὐτῶν 49 πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὔκ εἰσιν θεοί οἳ οὔτε σῴζουσιν ἑαυτοὺς ἐκ πολέμου οὔτε ἐκ κακῶν 50 ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶν ψευδῆ τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται ὅτι οὔκ εἰσι θεοὶ ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων καὶ οὐδὲν Θεοῦ ἔργον ἐν αὐτοῖς ἐστιν 51 τίνι οὖν γνωστέον ἐστὶν ὅτι οὔκ εἰσιν θεοί 52 βασιλέα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν οὔτε ὑετὸν ἀνθρώποις οὐ μὴ δῶσιν 53 κρίσιν τε οὐ μὴ διακρίνωσιν αὐτῶν οὐδὲ μὴ ῥύσωνται ἀδικούμενον ἀδύνατοι ὄντες ὥσπερ γὰρ κορῶναι ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς 54 καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίνων ἢ περιχρύσων ἢ περιαργύρων πῦρ οἱ μὲν ἱερεῖς αὐτῶν φεύξονται καὶ διασωθήσονται αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται 55 βασιλεῖ δὲ καὶ πολεμίοις οὐ μὴ ἀντιστῶσιν 56 πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶν θεοί 57 οὔτε ἀπὸ κλεπτῶν οὔτε ἀπὸ λῃστῶν οὐ μὴ διασωθῶσιν θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι ὧν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες οὔτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν 58 ὥστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον ἐφ᾽ ᾧ χρήσεται ὁ κεκτημένος ἢ οἱ ψευδεῖς θεοί ἢ καὶ θύρα ἐν οἰκίᾳ διασῴζουσα τὰ ἐν αὐτῇ ὄντα ἢ οἱ ψευδεῖς θεοί καὶ ξύλινος στῦλος ἐν βασιλείοις ἢ οἱ ψευδεῖς θεοί 59 ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοά εἰσιν 60 ὡσαύτως καὶ ἀστραπή ὅταν ἐπιφανῇ εὔοπτός ἐστιν τὸ δ᾽ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ 61 καὶ νεφέλαις ὅταν ἐπιταγῇ ὑπὸ τοῦ Θεοῦ ἐπιπορεύεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην συντελοῦσι τὸ ταχθέν τό τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς ποιεῖ τὸ συνταχθέν 62 ταῦτα δὲ οὔτε ταῖς ἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν 63 ὅθεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς θεούς οὐ δυνατῶν ὄντων αὐτῶν οὔτε κρίσιν κρῖναι οὔτε εὖ ποιεῖν ἀνθρώποις 64 γνόντες οὖν ὅτι οὔκ εἰσιν θεοί μὴ φοβηθῆτε αὐτούς 65 οὔτε γὰρ βασιλεῦσιν οὐ μὴ καταράσωνται οὔτε μὴ εὐλογήσωσι 66 σημεῖά τε ἐν ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν οὐδὲ φωτίσουσιν ὡς σελήνη 67 τὰ θηρία ἐστὶν κρείττω αὐτῶν ἃ δύνανται ἐκφυγόντα εἰς σκέπην ἑαυτὰ ὠφελῆσαι 68 κατ᾽ οὐδένα οὖν τρόπον ἐστὶν ἡμῖν φανερὸν ὅτι εἰσὶν θεοί διὸ μὴ φοβηθῆτε αὐτούς 69 ὥσπερ γὰρ ἐν σικυηράτῳ προβασκάνιον οὐδὲν φυλάσσον οὕτως οἱ θεοὶ αὐτῶν εἰσιν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι 70 τὸν αὐτὸν τρόπον καὶ τῇ ἐν κήπῳ ῥάμνῳ ἐφ᾽ ἧς πᾶν ὄρνεον ἐπικάθηται ὡσαύτως δὲ καὶ νεκρῷ ἐρριμμένῳ ἐν σκότει ἀφωμοίωνται οἱ θεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι 71 ἀπό τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπ᾽ αὐτοῖς σηπομένης γνώσεσθε ὅτι οὔκ εἰσιν θεοί αὐτά τε ἐξ ὑστέρου βρωθήσονται καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ 72 κρείσσων οὖν ἄνθρωπος δίκαιος οὐκ ἔχων εἴδωλα ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμοῦ

Cópia da carta que Jeremias enviou aos que iam ser levados cativos para a Babilônia pelo rei dos babilônios, para lhes anunciar o que lhe fora ordenado por Deus. 
1 Por causa dos pecados que cometestes diante de Deus, sereis levados cativos para a Babilônia por Nabucodonosor, rei dos babilônios. 2 Entrando na Babilônia, lá permanecereis por muitos anos e por um longo tempo, até sete gerações; depois disso, eu vos tirarei de lá em paz. 3 Mas agora vereis na Babilônia deuses de prata, de ouro e de madeira, carregados nos ombros, que infundem temor às nações. 4 Tende cuidado, para que não vos torneis como os estrangeiros, e que o temor deles não se apodere de vosso coração. 5 Ao verdes a multidão diante e atrás deles a adorá-los, dizei em vosso pensamento: "É a Ti, Senhor, que devemos adorar". 6 Pois o meu Anjo está convosco e cuidará de vossas vidas. 7 A língua desses deuses é polida por um artesão; embora cobertos de ouro e prata, são falsos e não podem falar. 8 Como se fosse para uma jovem que gosta de adornos, os pagãos pegam ouro e preparam coroas para as cabeças de seus deuses. 9 Às vezes, os próprios sacerdotes roubam o ouro e a prata de seus deuses para gastarem consigo mesmos; chegam a dar parte disso às prostitutas do bordel. 10 Eles os vestem com roupas como se fossem homens — a esses deuses de prata, ouro e madeira — mas eles não se livram da ferrugem nem da traça. 11 Mesmo vestidos de púrpura, limpam-lhes o rosto por causa da poeira do templo, que é muita sobre eles. 12 Um deus desses segura um cetro, como um juiz de uma região, mas não pode matar quem o ofende. 13 Tem na mão direita um punhal e um machado, mas não pode livrar-se da guerra nem de ladrões. 14 Por isso, é evidente que não são deuses; não os temais! 15 Assim como um vaso quebrado se torna inútil, assim são os deuses deles. 16 Seus olhos estão cheios da poeira dos pés dos que entram. 17 Seus templos são trancados com portas e ferrolhos, como os de um condenado à morte, para que não sejam roubados por ladrões. 18 Os sacerdotes acendem lâmpadas para eles, mais do que para si mesmos, embora os deuses não vejam nenhuma delas. 19 São como as vigas da casa: dizem que seu interior é devorado pelos vermes que saem da terra, e eles não sentem nada enquanto são comidos, eles e suas vestes. 20 Seus rostos ficam enegrecidos pela fumaça do templo. 21 Sobre seus corpos e suas cabeças pousam morcegos, andorinhas e outros pássaros, e até gatos. 22 Por isso, sabereis que não são deuses; não os temais! 23 O ouro que os reveste para a beleza não brilhará a menos que alguém limpe a ferrugem; nem mesmo quando foram fundidos eles sentiram algo. 24 Foram comprados por alto preço, embora não haja sopro de vida neles. 25 Sem pés, são carregados nos ombros, exibindo sua própria vergonha aos homens; e até os que os servem se envergonham. 26 Pois, se caírem no chão, não conseguem se levantar sozinhos; se alguém os põe de pé, não se movem; se são inclinados, não se endireitam. As oferendas são colocadas diante deles como diante de mortos. 27 Seus sacerdotes vendem os sacrifícios e tiram proveito disso; suas mulheres salgam a carne para si mesmas, sem dar nada aos pobres ou enfermos. 28 Até mulheres em estado de impureza tocam nos sacrifícios! Sabendo, pois, que não são deuses, não os temais! 29 Como poderiam ser chamados de deuses? Até as mulheres servem comida a esses deuses de prata, ouro e madeira! 30 Nos seus templos, os sacerdotes se sentam com roupas rasgadas, cabeças e barbas raspadas e descobertas. 31 Eles gritam e clamam diante de seus deuses como os que celebram um banquete fúnebre. 32 Os sacerdotes tiram as vestes dos deuses para vestir suas mulheres e filhos. 33 Quer sofram um mal de alguém, quer recebam um bem, não podem retribuir; não podem estabelecer reis nem derrubá-los. 34 Não podem dar riquezas nem dinheiro. Se alguém faz uma promessa e não a cumpre, eles não podem cobrá-la. 35 Não livram ninguém da morte, nem salvam o fraco do forte. 36 Não devolvem a vista ao cego nem ajudam o homem em sua necessidade. 37 Não têm compaixão da viúva nem fazem bem ao órfão. 38 Esses deuses de madeira, ouro e prata são como pedras tiradas da montanha; quem os serve será envergonhado. 40 Como, então, pensar que são deuses? Até os próprios caldeus os desonram; quando veem um mudo que não pode falar, trazem-no diante de Bel pedindo que ele fale, como se o ídolo pudesse ouvir! 41 E eles mesmos, tendo inteligência, não conseguem abandonar esses ídolos, pois não têm juízo. 42 As mulheres, cingidas com cordas, sentam-se nos caminhos queimando farelo como incenso. 43 Quando uma delas é levada por um transeunte e dorme com ele, despreza a sua vizinha porque não foi julgada digna como ela, nem teve sua corda rompida. 44 Tudo o que acontece ao redor desses deuses é falso. 45 Eles são fabricados por carpinteiros e ourives; não se tornam nada além daquilo que os artesãos querem que sejam. 46 Os próprios que os fabricam não têm vida longa; como, então, as coisas fabricadas por eles poderiam ser deuses? 47 Pois deixaram apenas mentira e vergonha para os que virão depois deles. 48 Quando a guerra e as calamidades caem sobre eles, os sacerdotes consultam entre si onde podem se esconder com eles. 49 Como, então, não se percebe que não são deuses aqueles que não salvam a si mesmos nem da guerra nem dos males? 50 Sendo apenas madeira revestida de ouro e prata, saber-se-á mais tarde que são falsos. Ficará evidente para todas as nações e reis que eles não são deuses, mas obras das mãos de homens, e que neles não há nenhuma obra de Deus. 51 Quem, então, não saberia que eles não são deuses? 52 Eles não podem dar rei a uma terra nem dar chuva aos homens. 53 Não podem julgar sua própria causa nem livrar o injustiçado. 54 Quando o fogo atinge o templo desses deuses de madeira e ouro, seus sacerdotes fogem e se salvam, mas os deuses são queimados como vigas. 55 Eles não podem resistir a um rei ou a inimigos. 56 Como então é aceitável ou concebível que eles sejam deuses? 57 Deuses de madeira e ouro não se salvam de ladrões; os fortes lhes arrancam o ouro e a prata e levam embora as vestes; eles não podem se ajudar. 58 Por isso, é melhor ser um rei que demonstra coragem, ou um vaso útil em uma casa, ou uma porta que guarda o que está dentro, do que esses falsos deuses. 59 O sol, a lua e as estrelas são brilhantes e obedientes quando enviados para suas tarefas. 60 O relâmpago é belo quando aparece; o vento sopra em toda a região. 61 As nuvens, quando ordenadas por Deus, percorrem o mundo inteiro. O fogo, enviado do alto para consumir montanhas e florestas, cumpre o que lhe foi ordenado. 62 Mas esses ídolos não se assemelham a essas coisas nem em aparência nem em poder. 64 Sabendo, pois, que não são deuses, não os temais! 65 Eles não amaldiçoam nem abençoam reis. 66 Não mostram sinais nas nações nem no céu; não brilham como o sol nem iluminam como a lua. 67 Os animais são melhores do que eles, pois podem fugir e cuidar de si mesmos. 68 De modo nenhum nos é evidente que sejam deuses; por isso, não os temais! 69 Como um espantalho em um pepinal, que nada protege, assim são os deuses deles de madeira, ouro e prata. 70 Da mesma forma, são como um espinheiro no jardim, onde qualquer pássaro pousa, ou como um morto lançado na escuridão. 71 Pela púrpura e pelo mármore que apodrecem sobre eles, sabereis que não são deuses. Ao final, serão devorados
pela traça e serão uma vergonha para a terra. 72 Melhor, portanto, é o homem justo que não tem ídolos, pois estará longe da vergonha.


REFERÊNCIAS CRUZADAS


1-2 Jer 25.11-12; Jer 29.1, 10; Dn 9.2. 3-4 Sl 115.4-8; Sl 135.15-18; Is 44.9-20; Is 46.5-7. 5 Ex 20.3-5; Mt 4.10. 6 Ex 23.20; Sl 34.7; Dn 3.25, 28. 7-10 Is 40.19-20; Jer 10.3-5, 9. 11-13 Is 46.1-2; Jer 10.14-15; Hab 2.18-19. 19-21 Is 2.20; Sf 1.18. 25-26 Is 46.7; Jer 10.4-5. 33-35 1Rs 18.27; Sl 146.3-4. 40 Is 46.1; Jer 50.2; Dn 14.3-22 52-54 1Rs 18.24, 38; Sl 147.8; Jr 14.22. 59-62 Sl 148.1-10; Jó 38.31-35. 69-70 Is 44.13; Jer 10.5. 72 Eclo 34.22; Sb 13.1-10; 1Ts 1.9.

bottom of page